1 Chronicles 26
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Divisions of the Gatekeepers

1Εἰς διαιρέσεις τῶν πυλῶν υἱοὶ Κορεείμ· Μοσολαὴλ υἱὸς Κωρή· ἐκ τῶν υἱῶν Ἀβιά, Σαφάρ. 2καὶ τὴν Μοσαληὰ υἱοῦ Ζαχαρίου ὁ πρωτότοκος Ἰδερήλ, Ζαχαρίας, Ἰενονήλ, 3Ἰωλάμ, Ἰωνᾶς, Ἐλιωναὶς ὁ ἕβδομος. 4καὶ τῷ Ἀβδοδὸμ υἱοί· Σαμαίας ὁ πρωτότοκος, Ἰωζαβάθ, Ἰωάθ, Σωχάρ, Ναάς, Ἰειήλ, 5Ἀμειήλ, Ἰσσαχάρ, Ἰαφθοσλααθί· ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός. 6καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ῥωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν. 7υἱοὶ Σαμαί· Γοονεὶ καὶ Ῥαφαὴλ καὶ Ὠβὴδ καὶ Ἐληζαβὰθ καὶ Ἀχιούδ, υἱοὶ δυνατοί, Ἐννοὺ καὶ Σαβχειὰ καὶ Ἰσβακώμ. 8πάντες ἀπὸ τῶν υἱῶν Ἀβδοδόμ, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Ἀβδοδόμ. 9καὶ τῷ Μοσομαμεὶδ υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί. 10καὶ τῷ Ἱοσσὰ τῶν υἱῶν Μερραρεὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος· καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας. 11Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας· πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ Ἱοσσὰ τρισκαίδεκα.

12τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου. 13καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ᾽ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. 14καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμειὰ καὶ Ζαχαριά, υἱοὶ Σωάζ· τῷ Μελχειὰ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ· 15τῷ Ἀβδοδὸμ νότον κατέναντι οἴκου ἐσεφείν· 16εἰς δεύτερον τῷ Ἱοσσὰ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς. 17πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ ἐσεφεὶν δύο 18εἰς διαδεχομένους, καὶ τῷ Ἱοσσὰ πρὸς δυσμαῖς μετὰ τὴν πύλην τοῦ παστοφορίου τρεῖς. φυλακὴ κατέναντι φυλακῆς τῆς ἀναβάσεως πρὸς ἀνατολὰς τῆς ἡμέρας ἕξ, καὶ τῷ βορρᾷ τέσσαρες, καὶ τῷ νότῳ τέσσαρες, καὶ ἐσεφεὶμ δύο εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους. 19αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Καὰθ καὶ τοῖς Μερραρεί.

The Treasurers

20καὶ οἱ Λευεῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων. 21υἱοὶ Χαδὰν οὗτοι, Γηρσωνεί· τῷ Λαδὰν καὶ Ἰαιεὴλ τοῦ Ἰού· υἱοὶ Ἰειὴλ ἄρχοντες πατριῶν τῷ Λαδάν· τῷ Γηρσωνεὶ Ἰειήλ.

22υἱοὶ Ἰειὴλ Ζεθὸμ καὶ Ἰωὴλ οἱ ἀδελφοί, ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου. 23τῷ Ἀμβρὰμ καὶ Ἰσσάαρ Χεβρὼν καὶ Ὀζειήλ. 24καὶ Ἰωὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωσῆ ἐπὶ τῶν θησαυρῶν. 25καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ἐλιέζερ Ῥαβίας υἱὸς καὶ Ὠσαίας καὶ Ἰωρὰμ καὶ Ζεχρεὶ καὶ Σαλωμώθ. 26αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασεν Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως· 27ἃ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων, καὶ ἡγίασεν ἀπ᾽ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ· 28καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κεὶς καὶ Ἀβεννὴρ τοῦ Νὴρ καὶ Ἰωὰβ τοῦ Σαρουιά, πᾶν ὃ ἡγίασεν διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.

Officers and Judges

29τῷ Ἰσσαρεὶ Χωνενειὰ καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ἰσραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν. 30τῷ Χεβρωνεὶ Ἁσαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως. 31τοῦ Χεβρωνεὶ Τουδείας ὁ ἄρχων τῶν Χεβρωνεί, κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσερακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ῥιαζὴρ τῆς Γαλααδείτιδος. 32καὶ οἱ ἀδελφοὶ αὐτοῦ, υἱοὶ οἱ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες πατριῶν· καὶ κατεστησεν αὐτοὺς Δαυεὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ῥουβηνεὶ καὶ Γαδδεὶ καὶ ἡμίσους φυλῆς Μανασσὴ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Chronicles 25
Top of Page
Top of Page