ΙΩΑΝΝΟΥ Α΄ 5

<< ΙΩΑΝΝΟΥ Α΄ 5 >>
1 John 5 Greek NT: Byzantine / Majority Text (1995) with Strong's Numbers
 

1πας ο πιστευων οτι ιησους εστιν ο χριστος εκ του θεου γεγεννηται και πας ο αγαπων τον γεννησαντα αγαπακαι"> 2εν τουτω γινωσκομεν οτι αγαπωμεν τα τεκνα του θεου οταν τον θεον αγαπωμεν και τας εντολας αυτου τηρωμεν 3αυτη γαρ εστιν η αγαπη του θεου ινα τας εντολας αυτου τηρωμεν και αι εντολαι αυτου βαρειαι ουκ εισιν 4οτι παν το γεγεννημενον εκ του θεου νικα τον κοσμον και αυτη εστιν η νικη η νικησασα τον κοσμον η πιστις υμων

5τις εστιν ο νικων τον κοσμον ει μη ο πιστευων οτι ιησους εστιν ο υιος του θεου 6ουτος εστιν ο ελθων δι υδατος και αιματος ιησους χριστος ουκ εν τω υδατι μονον αλλ εν τω υδατι και τω αιματι και το πνευμα εστιν το μαρτυρουν οτι το πνευμα εστιν η αληθεια 7οτι τρεις εισιν οι μαρτυρουντες 8το πνευμα και το υδωρ και το αιμα και οι τρεις εις το εν εισιν 9ει την μαρτυριαν των ανθρωπων λαμβανομεν η μαρτυρια του θεου μειζων εστιν οτι αυτη εστιν η μαρτυρια του θεου ην μεμαρτυρηκεν περι του υιου αυτου 10ο πιστευων εις τον υιον του θεου εχει την μαρτυριαν εν αυτω ο μη πιστευων τω θεω ψευστην πεποιηκεν αυτον οτι ου πεπιστευκεν εις την μαρτυριαν ην μεμαρτυρηκεν ο θεος περι του υιου αυτου 11και αυτη εστιν η μαρτυρια οτι ζωην αιωνιον εδωκεν ημιν ο θεος και αυτη η ζωη εν τω υιω αυτου εστιν 12ο εχων τον υιον εχει την ζωην ο μη εχων τον υιον του θεου την ζωην ουκ εχει

13ταυτα εγραψα υμιν τοις πιστευουσιν εις το ονομα του υιου του θεου ινα ειδητε οτι ζωην αιωνιον εχετε και ινα πιστευητε εις το ονομα του υιου του θεου 14και αυτη εστιν η παρρησια ην εχομεν προς αυτον οτι εαν τι αιτωμεθα κατα το θελημα αυτου ακουει ημων 15και εαν οιδαμεν οτι ακουει ημων ο εαν αιτωμεθα οιδαμεν οτι εχομεν τα αιτηματα α ητηκαμεν παρ αυτου

16εαν τις ιδη τον αδελφον αυτου αμαρτανοντα αμαρτιαν μη προς θανατον αιτησει και δωσει αυτω ζωην τοις αμαρτανουσιν μη προς θανατον εστιν αμαρτια προς θανατον ου περι εκεινης λεγω ινα ερωτηση 17πασα αδικια αμαρτια εστιν και εστιν αμαρτια ου προς θανατον

18οιδαμεν οτι πας ο γεγεννημενος εκ του θεου ουχ αμαρτανει αλλ ο γεννηθεις εκ του θεου τηρει εαυτον και ο πονηρος ουχ απτεται αυτου 19οιδαμεν οτι εκ του θεου εσμεν και ο κοσμος ολος εν τω πονηρω κειται 20οιδαμεν δε οτι ο υιος του θεου ηκει και δεδωκεν ημιν διανοιαν ινα γινωσκωμεν τον αληθινον και εσμεν εν τω αληθινω εν τω υιω αυτου ιησου χριστω ουτος εστιν ο αληθινος θεος και [η] ζωη [η] αιωνιος

21τεκνια φυλαξατε εαυτα απο των ειδωλων αμην


<< 1 John 5 >>
The Greek New Testament according to the Byzantine Textform, edited by Maurice A. Robinson and William G. Pierpont, 1995 edition. This is the edition by Pierpont and Robinson of a Majority, or Byzantine, text of the NT.

Biblos.com Online Bible